Ἡ ζωὴ ἐν τάφῳ,
κατετέθης Χριστέ,
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνῄσκεις;
πῶς καὶ τάφῳ οἰκεῖς;
τοῦ θανάτου τὸ βασίλειον λύεις δέ,
καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.
Μεγαλύνομέν σε,
Ἰησοῦ Βασιλεῦ,
καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου,
δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Μέτρα γῆς ὁ στήσας,
ἐν σμικρῷ κατοικεῖς,
Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον,
ἐκ μνημάτων τοὺς θανόντας ἀνιστῶν.
Ἰησοῦ Χριστέ μου,
Βασιλεῦ τοῦ παντός,
τί ζητῶν τοῖς ἐν τῷ ᾅδῃ ἐλήλυθας;
ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν.
Ὁ Δεσπότης πάντων,
καθορᾶται νεκρός,
καὶ ἐν μνήματι καινῷ κατατίθεται,
ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ἡ ζωὴ ἐν τάφῳ
κατετέθης Χριστέ,
καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας,
καὶ ἐπήγασας τῷ κόσμῳ, τὴν ζωήν.
Μετὰ τῶν κακούργων,
ὡς κακοῦργος Χριστέ,
ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας,
κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ὁ ὡραῖος κάλλει,
παρὰ πάντας βροτούς,
ὡς ἀνείδεος νεκρὸς καταφαίνεται,
ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.
ᾅδης πῶς ὑποίσει,
Σῶτερ παρουσίαν τὴν σήν,
καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος,
ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθείς;
Ἰησοῦ γλυκύ μοι,
καὶ σωτήριον φῶς,
τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι;
ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!
Ἀπορεῖ καὶ φύσις,
νοερὰ καὶ πληθύς,
ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον,
τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῇς.
Ἡ Ζωὴ θανάτῳ,
θαῦμα! Πῶς ὁμιλεῖ;
Πῶς θανάτῳ καταργεῖται ὁ θάνατος;
ἐκ θανόντος πῶς πηγάζει δὲ ζωή;
Ὢ θαυμάτων ξένων!
ὢ πραγμάτων καινῶν!
Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται,
κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Καὶ ἐν ταφῶ ἔδυς,
καὶ τῶν κόλπων, Χριστέ,
τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας·
τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
Ἀληθὴς καὶ πόλου,
καὶ τῆς γῆς Βασιλεύς,
εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι,
ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.
Σοῦ τεθέντος τάφῳ,
πλαστουργέτα Χριστέ,
τὰ τοῦ ᾅδου ἐσαλεύθη θεμέλια,
καὶ μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.
Ὁ τὴν γῆν κατέχων,
τῇ δρακὶ νεκρωθείς,
σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται,
τοὺς νεκροὺς λυτρῶν τῆς ᾅδου συνοχῆς.
Ἐκ φθορᾶς ἀνέβη,
ἡ ζωή μου Σωτήρ,
σοῦ θᾳνόντος καὶ νεκροῖς προσφοιτήσαντος,
καὶ συνθλάσαντος τοῦ ᾅδου τοὺς μοχλούς.
Ὡς φωτὸς λυχνία,
νῦν ἡ σὰρξ τοῦ Θεοῦ,
ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται,
καὶ διώκει τὸν ἐν ᾅδῃ σκοτασμόν.
Νοερῶν συντρέχει,
στρατιῶν ἡ πληθύς,
Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε,
τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.
Νεκρωθεὶς βουλήσει,
καὶ τεθεὶς ὑπὸ γῆν,
ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας,
νεκρωθέντα παραβάσει με πικρᾷ.
Ἠλλοιοῦτο πᾶσα,
κτίσις πάθει τῷ σῷ·
πάντα γάρ σοι, Λόγε συνέπασχον,
συνοχέα σε γινώσκοντα παντός.
Τῆς ζωῆς τὴν πέτραν
ἐν κοιλίᾳ λαβών,
ᾅδης ὁ παμφάγος ἐξήμεσεν,
ἐξ αἰῶνος οὕς κατέπιε νεκρούς.
Ἐν καινῷ μνημείῳ,
κατετέθης Χριστέ,
καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας,
ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐπὶ γῆς κατῆλθες,
ἵνα σώσῃς Ἀδάμ·
καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα,
μέχρις ᾅδου κατελήλυθας ζητῶν.
Συγκλονεῖται φόβῳ,
πᾶσα Λόγε ἡ γῆ,
καὶ φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε,
τοῦ μεγίστου γῇ κρυβέντος σου φωτός.
Ὡς βροτὸς μὲν θνῄσκεις,
ἐκουσίως Σωτήρ,
ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας,
ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Δακρυῤῥόους θρήνους,
ἐπί σε ἡ Ἁγνή,
μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, ἀνεβόα·
πῶς κηδεύσω σε Υἱέ;
Ὥσπερ σίτου κόκκος,
ὑποδὺς κόλπους γῆς,
τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν,
ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.
Ὑπὸ γῆν ἐκρύβης,
ὥσπερ ἥλιος νῦν,
καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι·
ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.
Ὡς ἡλίου δίσκον,
ἡ σελήνη Σωτήρ, ἀποκρύπτει,
καί σε τάφος νῦν ἔκρυψεν,
ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.
Ἡ ζωὴ θανάτου,
γευσαμένη Χριστός,
ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε,
καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.
Νεκρωθέντα πάλαι,
τὸν Ἀδὰμ φθονερῶς,
ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου,
νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδὰμ.
Νοεραί σε τάξεις,
ἠπλωμένον νεκρόν,
καθορῶσαι δι' ἡμᾶς ἐξεπλήττοντο,
καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Καθελών σε Λόγε,
ἀπὸ ξύλου νεκρόν,
ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο·
ἀλλ' ἀνάστα σῴζων πάντας ὡς Θεός.
Τῶν Ἀγγέλων Σῶτερ,
χαρμονὴ πεφυκώς,
νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος,
καθορώμενος σαρκὶ ἄπνους νεκρός.
Ὑψωθεὶς ἐν ξύλῳ,
καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς·
ὑπὸ τὴν γῆν δὲ γενόμενος,
τοὺς κειμένους δ' ὑπ' αὐτὴν ἐξανιστᾶς.
Ὥσπερ λέων Σῶτερ,
ἀφυπνώσας σαρκί,
ὡς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι,
ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.
Τὴν πλευρὰν ἐνύγης,
ὁ πλευρὰν εἰληφὼς,
τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας,
καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ἐν κρυπτῷ μὲν πάλαι,
θύεται ὁ ἀμνός·
σὺ δ' ὑπαίθριος τυθείς, ἀνεξίκακε,
πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.
Τὶς ἐξείποι τρόπον,
φρικτὸν ὄντως καινόν;
ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον,
πάθος δέχεται, καὶ θνῄσκει δι' ἡμᾶς.
Ὁ ζωῆς ταμίας,
πῶς ὁρᾶται νεκρός;
ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον·
πως δ' ἐν μνήματι συγκλείεται Θεός;
Λογχονύκτου Σῶτερ,
ἐκ πλευρᾶς σου ζωήν,
τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με,
ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.
Ἁπλωθεὶς ἐν ξύλῳ,
συνηγάγω βροτούς·
τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήῤῥητον,
πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.
Ὁ εὐσχήμων Σῶτερ,
σχηματίζει φρικτῶς,
καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε,
καὶ θαμβεῖται σου τὸ σχῆμα τὸ φρικτόν.
Ὑπὸ γῆν βουλήσει,
κατελθὼν ὡς θνητός,
ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια,
τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Κἄν νεκρὸς ὡράθης,
ἀλλὰ ζῶν ὡς Θεός,
ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια,
τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Κἄν νεκρὸς ὡράθης,
ἀλλὰ ζῶν ὡς Θεός,
νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας,
τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.
Ὢ χαρᾶς ἐκείνης!
ὢ πολλῆς ἡδονῆς!
ἧσπερ τοὺς ἐν ᾅδῃ πεπλήρωκας,
ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.
Προσκυνῶ τὸ Πάθος,
ἀνυμνῶ τὴν Ταφήν,
μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε,
δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Κατά σου ῥομφαῖα,
ἐστιλβοῦτο Χριστέ,
καὶ ῥομφαῖα ἰσχυροῦ μὲν ἀμβλύνεται,
καὶ ῥομφαῖα δὲ τροποῦται τῆς Ἐδέμ.
Ἡ Ἀμνὰς τὸν Ἄρνα,
βλέπουσα ἐν σφαγῇ,
ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε,
συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.
Κἄν ἐνθάπτη τάφῳ,
κἄν εἰς Ἅδου μολῇς,
ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας,
καὶ τὸν ᾅδην ἀπεγύμνωσας, Χριστέ.
Ἐκουσίως Σῶτερ,
κατελθὼν ὑπὸ γῆν,
νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας,
καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.
Τῆς Τριάδος ὁ εἷς,
ἐν σαρκὶ δι' ἡμᾶς,
ἐπονείδιστον ὑπέμεινε θάνατον·
φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.
Ὡς πικρᾶς ἐκ κρήνης,
τῆς Ἰούδα φυλῆς,
οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο,
τὸν τροφέα μανναδότην Ἰησοῦν.
Ὁ Κριτὴς ὡς κριτὸς,
πρὸ Πιλάτου κριτοῦ,
καὶ παρίστατο καὶ θάνατον ἄδικον,
κατεκρίθη διὰ ξύλου σταυρικοῦ.
Ἀλαζὼν Ἰσραήλ,
μιαιφόνε λαέ,
τι παθὼν τὸν Βαραββὰν ἠλευθέρωσας;
τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;
Ὁ χειρί σου πλάσας,
τὸν Ἀδὰμ ἐκ τῆς γῆς,
δι' αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος,
καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.
Ὑπακούσας Λόγε,
τῷ ἰδίῳ Πατρί,
μέχρις ᾅδου τοῦ δεινοῦ καταβέβηκας,
καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.
Οἴμοι φῶς τοῦ Κόσμου!
οἴμοι φῶς τὸ ἐμόν!
Ἰησοῦ μου ποθεινότατε ἔκραζεν,
ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Φθονουργέ, φονουργέ,
καὶ ἀλάστορ λαέ,
κἄν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι,
ἀναστάντος τοῦ Χριστοῦ.
Δεῦρο δὴ μιαρέ,
φονευτὰ μαθητά,
καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξόν μοι,
δι' ὃν γέγονας προδότης τοῦ Χριστοῦ.
Ὡς φιλάνθρωπός τις,
ὑποκρίνῃ μωρὲ
καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε,
ὁ τὸ μύρον πεπρακὼς διὰ τιμῆς.
Οὐρανίου μύρου,
ποίαν ἔσχες τιμήν;
τοῦ τιμίου τι ἐδέξω ἀντάξιον;
λύσσαν εὗρες καταρώτατε σατάν.
Εἰ φιλόπτωχος εἶ,
καὶ τὸ μύρον λυπῇ,
κενουμένου εἰς ψυχῆς ἱλαστήριον,
πῶς χρυσῷ ἀπεμπολεῖς τὸν Φωταυγῆ;
Ὦ Θεὲ καὶ Λόγε,
ὢ χαρὰ ἡ ἐμή,
πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον
νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Τίς μοι δώσει ὕδωρ,
καὶ δακρύων πηγάς,
ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν,
ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;
Ὦ βουνοὶ καὶ νάπαι,
καὶ ἀνθρώπων πληθύς,
κλαύσατε καὶ πάντα θρηνήσατε,
σὺν ἐμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.
Πότε ἴδω Σῶτερ,
σε τὸ ἄχρονον φῶς,
τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου;
ἡ Παρθένος ἀνεβόα γοερῶς.
Κἄν ὡς πέτρα Σῶτερ,
ἡ ἀκρότομος σὺ,
κατεδέξω τὴν τομήν, ἀλλ' ἐπήγασας,
ζῶν τὸ ῥεῖθρον ὡς πηγὴ ὤν τῆς ζωῆς.
Ὡς ἐκ κρήνης μιᾶς,
τὸν διπλοῦν ποταμόν,
τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι,
τὴν ἀθάνατον καρπούμεθα ζωήν.
Θέλων ὤφθης Λόγε,
ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς,
καὶ τοὺς βροτοὺς ὡς προείρηκας,
ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀνυμνοῦμεν Λόγε σε τὸν πάντων Θεόν,
σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι,
καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακαρίζομέν σε,
Θεοτόκε ἁγνή,
καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον,
τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Ἡ ζωὴ ἐν τάφῳ,
κατετέθης Χριστέ,
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.

0 σχόλια:

Δημοσίευση σχολίου

 
Top